αстромиф против войны. Война должна быть прекращена. Военные преступники должны предстать перед судом.

Φαινoμενα Ἄρᾱτος ὁ Σολεύς

Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν
ἄρρητον. Μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.

5 Τοῦ γὰρ καὶ γένος εἰμέν. ὁ δ' ἤπιος ἀνθρώποισι
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέληισι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.

10 Αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῶι ἐστήριξεν,
ἄστρα διακρίνας, ἐσκέψατο δ' εἰς ἐνιαυτὸν
ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύωνται.
Τῶι μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.

15 Χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ,
αὐτὸς καὶ προτέρη γενεή, χαίροιτε δὲ, Μοῦσαι,
μειλίχιαι μάλα πᾶσαι. Ἐμοί γε μὲν ἀστέρας εἰπεῖν
ἧι θέμις εὐχομένωι τεκμήρατε πᾶσαν ἀοίδην.
Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες

20 οὐρανῶι ἕλκονται πάντ' ἤματα συνεχὲς αἰεί·
αὐτὰρ ὅ γ' οὐδ' ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ' αὕτως
ἄξων αἰὲν ἄρηρεν, ἔχει δ' ἀτάλαντον ἁπάντη
μεσσηγὺς γαῖαν, περὶ δ' οὐρανὸν αὐτὸν ἀγινεῖ.
Καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·

25 ἀλλ' ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ' ἀντίος ἐκ βορέαο
ὑψόθεν ὠκεανοῖο. Δύω δέ μιν ἀμφὶς ἔχουσαι
Ἄρκτοι ἅμα τροχόωσι· τὸ δὴ καλέονται Ἅμαξαι.
Αἱ δ' ἤτοι κεφαλὰς μὲν ἐπ' ἰξύας αἰὲν ἔχουσιν
ἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται,

30 ἔμπαλιν εἰς ὤμους τετραμμέναι. Εἰ ἐτεὸν δή,
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο,
ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτὸν,

35 Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.
Καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,
τὴν δ' ἑτέρην Ἑλίκην. Ἑλίκηι γε μὲν ἄνδρες Ἀχαιοὶ
εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,
τῆι δ' ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.

40 Ἀλλ' ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη
πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·
ἡ δ' ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτηισιν ἀρείων·
μειοτέρηι γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·
τῆι καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

45 Τὰς δὲ δι' ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξ
εἰλεῖται, μέγα θαῦμα, Δράκων περί τ' ἀμφί τ' ἐαγώς,
μυρίος· αἱ δ' ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται
Ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.
Αὐτὰρ ὅ γ' ἄλλης μὲν νεάτηι ἐπιτείνεται οὐρῆι,

50 ἄλλην δὲ σπείρηι περιτέμνεται· ἡ μέν οἱ ἄκρη
οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·
σπείρηι δ' ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ' αὐτὴν
εἰλεῖται κεφαλὴν, καὶ οἱ ποδὸς ἔρχεται ἄχρις,
ἐκ δ' αὖτις παλίνορσος ἀνατρέχει. Οὐ μὲν ἐκείνωι

55 οἰόθεν, οὐδ' οἶος κεφαλῆι ἐπιλάμπεται ἀστήρ,
ἀλλὰ δύο κροτάφοις, δύο δ' ὄμμασιν· εἷς δ' ὑπένερθεν
ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
Λοξὸν δ' ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν
ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δ' ἐστὶ κατ' ἰθὺ

60 καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτωι οὐρῆι.
Κείνη που κεφαλὴ τῆι νίσσεται ἧχί περ ἄκραι
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήληισιν.

Τῆι δ' αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς
εἴδωλον· τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,

65 οὐδ' ὅτινι κρέμαται κεῖνος πόνος, ἀλλά μιν αὕτως
Ἐν γόνασιν καλέουσι, τὸ δ' αὖτ' ἐν γούνασι κάμνον
ὀκλάζοντι ἔοικεν· ἀπ' ἀμφοτέρων δέ οἱ ὤμων
χεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλλη
ὅσσον ἐπ' ὄργυιαν· μέσσωι δ' ἔφ' ὕπερθε καρήνωι

70 δεξιτερῶι ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.
Αὐτοῦ κἀκεῖνος Στέφανος, τὸν ἀγαυὸν ἔθηκε
σῆμ' ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,
νώτωι ὑποστρέφεται κεκμηότος εἰδώλοιο.
Νώτωι μὲν Στέφανος πελάει, κεφαλῆι γε μὲν ἄκρηι

75 σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δ' ἄρ ἐκείνης
αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·
τοῖοί οἱ κεφαλῆι ὑποκείμενοι ἀγλαοὶ ὦμοι
εἴδονται. Κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνηι
εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·

80 λεπτοτέρη γὰρ τῆι καὶ τῆι ἐπιδέδρομὲν αἴγλη,
ἀλλ' ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί.
Ἀμφότεραι δ' Ὄφιος πεπονείαται ὅς ῥά τε μέσσον
δινεύει Ὀφιοῦχον· ὁ δ' ἐμμενὲς εὖ ἐπαρηρὼς
ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,

85 Σκορπίον, ὀφθαλμῶι τε καὶ ἐν θώρηκι βεβηκὼς
ὀρθός, ἀτάρ οἱ Ὄφις γε δύο στρέφεται μετὰ χερσίν,
δεξιτερῆι ὀλίγος, σκαιῆι γε μὲν ὑψόθι πολλός,
καὶ δή οἱ Στεφάνωι παρακέκλιται ἄκρα γένεια.
Νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο Χηλας.

90 Ἀλλ' αἱ μὲν φαέων ἐπιμεμφέες, οὐδὲν ἀγαυαί,
ἐξόπιθεν δ' Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς
Ἀρκτύφυλαξ, τόν ῥ' ἄνδρες ἐπικλείουσι Βοώτην,
οὕνεχ' ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου,
καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνηι δέ οἱ αὐτὸς

95 ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ.
Ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
Παρθένον, ἥ ῥ' ἐν χειρὶ φέρει στάχυν αἰγλήεντα.
Εἴτ' οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν
ἄστρων ἀρχαῖοι πάτερ' ἔμμεναι, εἴτε τευ ἄλλου,

100 εὔκηλος φορέοιτο. Λόγος γε μὲν ἐντρέχει ἄλλος
ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,
ἤρχετο δ' ἀνθρώπων κατεναντίη, οὐδέποτ' ἀνδρῶν
οὐδέποτ' ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν
ἀλλ' ἀναμὶξ ἐκάθητο καὶ ἀθανάτη περ ἐοῦσα,

105 καὶ ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας
ἠέ που εἰν ἀγορῆι ἢ εὐρυχόρωι ἐν ἀγυιῆι,
δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.
Οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο,
οὐδὲ διακρίσιος περιμεμφέος, οὐδὲ κυδοιμοῦ·

110 αὕτως δ' ἔζωον. Χαλεπὴ δ' ἀπέκειτο θάλασσα,
καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,
ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτὴ πότνια λαῶν
μυρία πάντα παρεῖχε Δίκη δώτειρα δικαίων.
Τόφρ' ἦν ὄφρ' ἔτι γαῖα γένος χρύσειον ἔφερβεν,

115 ἀργυρέωι δ' ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη
ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.
Ἀλλ' ἔμπης ἔτι κεῖνο κατ' ἀργύρεον γένος ἦεν·
ἤρχετο δ' ἐξ ὀρέων ὑποδείελος ἠχηέντων
μουνάξ, οὐδέ τεωι ἐπεμίσγετο μειλίχιοισιν·

120 ἀλλ' ὁπότ' ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,
ἠπείλει δἤπειτα καθαπτομένη κακότητος,
οὐδ' ἔτ' ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν.
«Οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο,
χειροτέρην. Ὑμεις δὲ κακώτερα τέκνα τεκεῖσθε.

125 Kαὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα
ἔσσεται ἀνθρώποισι, κακὸν δ' ἐπικείσεται ἄλγος».
Ὣς εἰποῦς' ὀρέων ἐπεμαίετο, τοὺς δ' ἄρα λαοὺς
εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.
Ἀλλ' ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δ' ἐγένοντο,

130 χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες,
οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ' ἀροτήρων,
καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν
ἔπταθ' ὑπουρανίη, ταύτην δ' ἄρα νάσσατο χώρην,

135 ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισι
Παρθένος ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.

Τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ
[δεξιτερῆι πτέρυγι· Προτρυγητὴρ δ' αὖτε καλεῖται]
τόσσος μὲν μεγέθει, τοίηι δ' ἐγκείμενος αἴγληι

140 οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου·
δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν
ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο,
οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε,
εἷς μὲν ὑπωμαίων, εἷς δ' ἰξυόθεν κατιόντων,

145 ἄλλος δ' οὐρανίοις ὑπὸ γούνασιν. Ἀλλ' ἄρα πάντες
ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίη φορέονται.
Κρατὶ δέ οἱ Δίδυμοι, μέσσηι δ' ὕπο Καρκίνος ἐστίν·
ποσσὶ δ' ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.
Ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·

150 αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
Τῆμος καὶ κελὰδοντες ἐτήσιαι εὐρέι πόντωι
ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις
ὥριος. Εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,

155 εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.
Εἰ δέ τοι Ἡνίοχόν τε καὶ ἀστέρας Ἡνιόχοιο
σκέπτεσθαι δοκέοι, καὶ τοι φάτις ἤλυθεν Αἰγὸς
αὐτῆς ἠδ' Ἐρίφων, οἵ τ' εἰν ἁλὶ πορφυρούσηι
πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,

160 αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ
κεκλιμένον δήεις, Ἑλίκης δέ οἱ ἄκρα κάρηνα
ἀντία δινεύει, σκαιῶι δ' ἐπελήλαται ὤμωι
Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ' ὑποφῆται.

165 Ἀλλ' ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ
λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.
Πὰρ ποσὶ δ' Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον
μαίεσθαι· τὰ δέ οἱ μάλ' ἐοικότα σήματα κεῖται·
τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλωι

170 σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.
Καὶ λίην κείνων ὄνομ' εἴρεται, οὐδέ τοι αὕτως
νήκουστοι Ὑάδες· ταὶ μέν ῥ' ἐπὶ παντὶ μετώπωι
Ταύρου βεβλέαται, λαιοῦ δὲ κεράατος ἄκρον

175 καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο
εἷς ἀστὴρ ἐπέχει, συνεληλάμενοι δὲ φέρονται·
ἀλλ' αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο
εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίηι περ ἀνελθών.
Οὐδ' ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο

180 αὕτως ἄρρητον κατακείσεται· ἀλλ' ἄρα καὶ τῶν
οὐρανὸν εἰς ὄνομ' ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.
Αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου
Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἔοικεν.
Ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς

185 ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει·
αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας
πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.
Τοῦ δ' ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·

190 οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν
ἀστέρες οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.
Οἵηι δὲ κληῖδι θύρην ἔντοσθ' ἀραρυῖαν
δικλίδ' ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας,
τοῖοι οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται

195 ἀστέρες, ἡ δ' αὕτως ὀλίγων ἀποτείνεται ὤμων
ὄργυιαν. Φαίης κεν ἀνιάζειν ἐπὶ παιδί.
Αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. Οὔ σε μάλ' οἴω
νύκτα περισκέψεσθαι, ἵν' αὐτίκα μᾶλλον ἴδηαι·

200 τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν
ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.
Ἀλλ' ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,
δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῶι· αἱ δ' ἀνέχονται
αὐτοῦ πεπταμέναι πάντ' ἤματα χεῖρες ἐκείνηι.

205 Ἀλλ' ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται Ἵππος
γαστέρι νειαίρηι· ξυνὸς δ' ἐπιλάμπεται ἀστὴρ
τοῦ μὲν ἐπ' ὀμφαλίωι, τῆς δ' ἐσχατόωντι καρήνω.
Οἱ δ' ἄρ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους
Ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,

210 καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,
οὐδ' αὐχὴν δολιχός περ ἐών· ἀτὰρ ἔσχατος ἀστὴρ
αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν
τέτρασιν οἵ μιν ἔχουσι περίσκεπτοι μάλ' ἐόντες.
Οὐδ' ὅ γε τετράπος ἐστίν· ἀπ' ὀμφαλίοιο γὰρ ἄκρου

215 μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.
Κεῖνον δὴ καί φασι καθ' ὑψηλοῦ Ἑλικῶνος
καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.
Οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς·
ἀλλ' Ἵππος μιν ἔτυψε· τὸ δ' ἀθρόον αὐτόθεν ὕδωρ

220 ἐξέχυτο πληγῆι προτέρου ποδός· οἱ δὲ νομῆες
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
Ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτ' αὐτὸ
Θεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος
ἐν Διὸς εἰλεῖται, καί τοι πάρα θηήσασθαι.

225 Αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου.
Αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνηι
σκέψασθαι, ζώνηι δ' ἂν ὅμως ἐπιτεκμήραιο

230 Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ' αὐτὴν ἐστήρικται,
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
Ἔστι δέ τοι καὶ ἔτ' ἄλλο τετυγμένον ἐγγύθι σῆμα
νειόθεν Ἀνδρομέδης, τὸ δ' ἐπὶ τρισὶν ἐστάθμηται

235 Δελτωτὸν πλευρῆισιν, ἰσαιομένηισιν ἐοικὸς
ἀμφοτέρηις, ἡ δ' οὔτι τόση, μάλα δ' ἐστὶν ἑτοίμη
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
Τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
Οἱ δ' ἄρ' ἔτι προτέρω, ἔτι δ' ἐν προμολῆισι νότοιο

240 Ἰχθύες, ἀλλ' αἰεὶ ἕτερος προφερέστερος ἄλλου,
καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.
Ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠύτε δεσμὰ
οὐραίων, ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντα.
Καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,

245 ὅν ῥά τε καὶ Σύνδεσμον Ὑπουράνιον καλέουσιν.
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
σῆμα βορειοτέρου· μάλα γὰρ νύ οἱ ἐγγύθεν ἐστίν,
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.

250 Αὐτὰρ ὅ γ' ἐν βορέω φέρεται περιμήκετος ἄλλων.
Καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
πενθερίου δίφροιο· τὰ δ' ἐν ποσὶν οἷα διώκων
ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.
Ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι

255 Πληιάδες φορέονται, ὁ δ' οὐ μάλα πολλὸς ἁπάσας
χῶρος ἔχει, καὶ δ' αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
Ἑπτάποροι δὴ ταί γε μετ' ἀνθρώπους ὑδέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
Οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστὴρ

260 ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ' αὕτως
εἴρεται· ἑπτὰ δ' ἐκεῖναι ἐπιρρήδην καλέονται,
Ἀλκυόνη Μερόπη τε Κελαινώ τ' Ἠλεκτρη τε
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
Αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ' ὀνομασταὶ

265 ἦρι καὶ ἑσπερίαι, Ζεὺς δ' αἴτιος, εἱλίσσονται,
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ' ἀρότοιο.
Καὶ χέλυς ἥδ' ὀλίγη, τὴν δ' ἆρ' ἔτι καὶ παρὰ λίκνωι
Ἑρμείης ἐτόρησε, Λύρην δέ μιν εἶπε λέγεσθαι,

270 κὰδ δ' ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιο
οὐρανὸν εἰσαγαγών, τὸ δ' ἐπὶ σκελέεσσι πέτηλον
γούνατί οἱ σκαιῶι πελάει· κεφαλή γε μὲν ἄκρη
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.

275 Ἤτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος Ὄρνις,
ἄλλα μὲν ἠερόεις, τὰ δέ οἱ ἐπὶ τετρήχυνται
ἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
Αὐτὰρ ὅ γ' εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς

280 Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων.
λαιῆι δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.

Τὸν δὲ μετὰ σκαίροντα δύ' Ἰχθύες ἀμφινέμονται
Ἵππον· πὰρ δ' ἄρα οἱ κεφαλῆι χεὶρ Ὑδροχόοιο
δεξιτερὴ τάνυται, ὁ δ' ὀπίστερος Αἰγοκερῆος

285 τέλλεται· αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον
κέκλιται Αἰγόκερως, ἵνα τε τρέπετ' ἠελίου ἴς.
Μὴ κείνωι ἐνὶ μηνὶ περικλύζοιο θαλάσσηι,
πεπταμένωι πελάγει κεχρημένος. Οὔτε κεν ἠοῖ
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν,

290 οὔτ' ἄν τοι νυκτὸς πεφοβημένωι ἐγγύθεν ἠὼς
ἔλθοι καὶ μάλα πολλὰ βοωμένωι, οἱ δ' ἀλεγεινοὶ
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότ' Αἰγοκερῆϊ
συμφέρετ' ἠέλιος. Τότε δὲ κρύος ἐκ Διός ἐστι
ναύτηι μαλκιόωντι κακώτερον. Ἀλλὰ καὶ ἔμπης

295 ἤδη πάντ' ἐνιαυτὸν ὑπὸ στείρηισι θάλασσα
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίηισιν
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
ἥμεθ' ἐπ' αἰγιαλοὺς τετραμμένοι· οἱ δ' ἔτι πόρσω
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον ἄϊδ' ἐρύκει.

300 Καὶ δ' ἂν ἔτι προτέρω γε θαλάσσηι πολλὰ πεπονθώς,
Τόξον ὅτ' ἠέλιος καίηι καὶ ῥυτορα Τόξου,
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
Σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
Σκορπίος ἀντέλλων εἴη πυμάτης ἔτι νυκτός.

305 Ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
Σκορπίος ἀντέλλων, ὁ δ' ἀνέρχεται αὐτίκα μᾶλλον.
Τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
ὕψι μάλα τροχάει· ὁ δὲ δύεται ἠῶθι πρὸ

310 ἀθρόος Ὠρίων, Κηφεὺς δ' ἀπὸ χειρὸς ἐπ' ἰξύν.
Ἔστι δέ τοι προτέρω βεβλημένος ἄλλος Ὀιστὸς
αὐτὸς ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
ἀσσότερος βορέω, σχεδόθεν δέ οἱ ἄλλος ἄηται
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθὼν

315 νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν Ἀητόν.
Δελφὶς δ' οὐ μάλα πολλὸς ἐπιτρέχει Αἰγοκερῆϊ
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
Καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο

320 μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.
Λοξὸς μὲν Ταύροιο τομῆι ὑποκέκλιται αὐτὸς
Ὠρίων. Μὴ κεῖνον ὅτις καθαρῆι ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται, ἄλλα πεποίθοι

325 οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.
τοῖός οἱ καὶ φρουρὸς ἀειρομένωι ὑπὸ νώτωι
φαίνεται ἀμφοτέροισι Κύων ἐπὶ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλ' οὐ πάντα πεφασμένος· ἀλλὰ κατ' αὐτὴν
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη

330 ἀστέρι βέβληται δεινῶι γένυς, ὅς ῥα μάλιστα
ὀξέα σειριάει· καί μιν καλέουσ' ἄνθρωποι
Σείριον. Οὐκέτι κεῖνον ἅμ' ἠελίωι ἀνίοντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι·
ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀίξας,

335 καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.
Κείνου καὶ κατιόντος ἀκούομεν, οἱ δὲ δὴ ἄλλοι
σῆμ' ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
Ποσσὶν δ'Ὠρίωνος ὑπ' ἀμφοτέροισι Λαγωὸς
ἐμμενὲς ἤματα πάντα διώκεται· αὐτὰρ ὅ γ' αἰεὶ

340 Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,
καὶ οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
Ἡ δὲ Κυνὸς μεγάλοιο κατ' οὐρὴν ἕλκεται Ἀργὼ
πρυμνόθεν· οὐ γὰρ τῆι γε κατὰ χρέος εἰσὶ κέλευθοι,
ἀλλ' ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ

345 νῆες, ὅτ' ἤδη ναῦται ἐπιστρέψωσι κορώνην
ὅρμον ἐσερχόμενοι, τὴν δ' αὐτίκα πᾶς ἀνακόπτει
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
ὣς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
Καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ' αὐτὸν

350 ἱστὸν ἀπὸ πρώιρης φέρεται, τὰ δὲ πᾶσα φαεινή,
καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
ποσσὶν ὑπ' οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
Τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
Ἀνδρομέδην μέγα Κῆτος ἐπερχόμενον κατεπείγει.

355 Ἡ μὲν γὰρ Θρήικος ὑπὸ πνοιῆι βορέαο
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
Κῆτος ὑπὸ Κριῶι τε καὶ Ἰχθύσιν ἀμφοτέροισι
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
Οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται

360 λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.
Καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
δεσμοὶ δ' οὐράνιοι, τοις Ἰχθύες ἄκροι ἔχονται,
ἄμφω συμφορέονται ἀπ' οὐραίων κατιόντες,
Κητείης δ' ὄπιθεν λοφιῆς ἐπιμὶξ φορέονται

365 εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δ' ἀστέρι πειραίνονται,
Κήτεος ὃς κείνου πρώτηι ἐπίκειται ἀκάνθηι.
Οἱ δ' ὀλίγωι μέτρωι, ὀλίγηι δ' ἐγκείμενοι αἴγληι,
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῆισι Λαγωοῦ,

370 νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
ἀνομένων ἐτέων, τά τις ἀνδρῶν οὐκέτ' ἐόντων
ἐφράσατ' ἠδ' ἐνόησεν ἅπαντ' ὀνομαστὶ καλέσσαι

375 ἤλιθα μορφώσας· οὐ γὰρ κ' ἐδυνήσατο πάντων
οἰόθι κεκριμένων ὄνομ' εἰπέμεν οὐδὲ δαῆναι·
πολλοὶ γὰρ πάντη, πολέων δ' ἐπὶ ἶσα πέλονται
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
Τῶι καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι

380 ἀστέρας, ὄφρ' ἐπιτὰξ ἄλλωι παρακείμενος ἄλλος
εἴδεα σημαίνοιεν. Ἄφαρ δ' ὀνομαστὰ γένοντο
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ·
ἀλλ' οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι
φαίνονται, τὰ δ' ἔνερθε διωκομένοιο Λαγωοῦ

385 πάντα μάλ' ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.
Νειόθι δ' Αἰγοκερῆος, ὑπὸ πνοιῆισι νότοιο,
Ἰχθῦς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
οἶος ἀπὸ προτέρων, Νότιον δέ ἑ κικλήσκουσιν.
Ἄλλοι δὲ σπορόδην ὑποκείμενοι Ὑδροχοῆι

390 Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται
μέσσοι νωχελέες καὶ ἀνώνυμοι, ἐγγύθι δέ σφεων,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
οἵη τίς τ' ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.

395 Ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται
ἀστέρες οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,
εἷς μὲν ὑπ' ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῆι·
τοὺς πάντας καλέουσιν Ὕδωρ. Ὀλίγοι γε μὲν ἄλλοι

400 νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν
ἄγνωτοι κύκλωι περιηγέες εἱλίσσονται.
Αὐτὰρ ὑπ' αἰθομένωι κέντρωι τέραος μεγάλοιο
Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
Τοῦ δ' ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ' ἐόντος

405 πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.
Καὶ τῶι μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
Ἀρκτούρωι, τὸ δὲ θᾶσσον ὑφ' ἑσπερίην ἅλα νεῖται.
Ἀλλ' ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,
ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν

410 εἰναλίου μέγα σῆμα· κεδαιόμεναι γὰρ ἐκείνηι
νῆες ἀπὸ φρενός εἰσι· τὰ δ' ἄλλοθεν ἄλλα πιφαύσκει
σήματ', ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
Τῶι μή μοι πελάγει νεφέων εἰλυμένωι, ἄλλων
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῶι ἄστρον,

415 αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
θλίβετ' ἀναστέλλοντος ὀπωρινοῦ βορέαο.
Πολλάκι γὰρ καὶ τοῦτο νότωι ἔπι σῆμα τιτύσκει
Νὺξ αὐτὴ μογεροῖσι χαριζομένη ναύτηισιν.

420 Οἱ δ' εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσηι,
αἶψα δὲ κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
αὐτίκ' ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηὶ
ὑψόθεν ἐμπλήξηι δεινὴ ἀνέμοιο θύελλα
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξηι,

425 ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,
ἄλλοτε δ', αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
εὐχόμενοι, βορέω δὲ παραστράψηι ἀνέμοιο,
πολλὰ μάλ' ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
ἀλλήλους ἐπὶ νῆα. Νότον δ' ἐπὶ σήματι τούτωι

430 δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.
Εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι
Νύξ ἐπὶ παμφανόωντι Θυτηρίωι, οὔ σε μάλα χρὴ

435 ἐς νότον, ἀλλ' εὔροιο περισκοπέειν ἀνέμοιο.
Δήεις δ' ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
Σκορπίου, ἱππούραια δ' ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν

440 ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ
ἄλλο μάλ' ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς,
Θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
Ἀλλ' ἔτι γὰρ καὶ ἔτ' ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
Ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς

445 ἠνεκὲς εἰλεῖται, καί οἱ κεφαλὴ ὑπὸ μέσσον
Καρκίνον ἱκνεῖται, σπείρη δ' ὑπὸ σῶμα Λέοντος,
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο·
μέσσηι δὲ σπείρηι Κρητήρ, πυμάτηι δ' ἐπίκειται
εἴδωλον Κόρακος σπείρην κόπτοντι ἐοικός.

450 Ναὶ μὴν καὶ Προκύων Διδύμοις ὕπο καλὰ φαείνει.
Ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλ' αὕτως
οὐρανῶι εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
Οἱ δ' ἐπιμὶξ ἄλλοι πέντ' ἀστέρες οὐδὲν ὁμοῖοι

455 πάντοθεν εἰδώλων δυοκαίδεκα δινεύονται.
Οὐκ ἂν ἔτ' εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
κείνων ἧχι κέονται, ἐπεὶ πάντες μετανάσται,
μακροὶ δὲ σφεών εἰσιν ἑλισσομένων ἐνιαυτοί,
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων,

460 οὐδ' ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην
ἀπλανέων τά τε κύκλα τά τ' αἰθέρι σήματ' ἐνισπεῖν.
Ἤτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν,
τέσσαρα, τῶν κε μάλιστα ποθὴ ὄφελός τε γένοιτο
μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.

465 Σήματα δ' εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται
πολλά τε καὶ σχεδόθεν πάντη συνεερμένα πάντα,
αὐτοὶ δ' ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισιν
πάντες, ἀτὰρ μέτρωι γε δύω δυσὶν ἀντιφέρονται.
Εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς

470 ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,
οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνηι,
ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα,
εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα
σκεψαμένωι πάντη κεκεασμένον εὐρέι κύκλωι

475 οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν
κεῖνο περιγληνὲς τροχαλόν (Γάλα μιν καλέουσιν),
τῶι δ' ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος
δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων
οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.

480 Τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.
Ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ' αὐτῶι
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν

485 δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται
ἀσσότερον βορέαο, νότωι δ' ἐπικέκλιται ἀγκών.
Ὁπλαὶ δ' Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
ἄκρηι σὺν κεφαλῆι, καλοί τ' Ὀφιούχεοι ὦμοι
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον,

490 ἡ δ' ὀλίγον φέρεται νοτιωτέρη, οὐδ' ἐπιβάλλει,
Παρθένος, ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μὲν ἅμ' ἄμφω
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ' αἰδῶ
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου

495 Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις
ὀφθόν, ἵν' ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
Τοῦ μὲν ὅσον τε μάλιστα δι' ὀκτὼ μετρηθέντος
πέντε μὲν ἔνδια στρέφεται καθ' ὑπέρτερα γαίης,
τὰ τρία δ' ἐν περάτηι, θέρεος δέ οἱ ἐν τροπαὶ εἰσιν.

500 Ἀλλ' ὁ μὲν ἐν βορέω περὶ Καρκίνον ἐστήρικται.
Ἄλλος δ' ἀντιόωντι νότωι μέσον Αἰγοκερῆα
τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·
ἐν δέ οἵ ἐστι Λαγωός, ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
αἴνυται, ἀλλ' ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ

505 καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον
Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος.
Τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο
ἐς νότον ἠέλιος φέρεται, τρέπεταί γε μὲν αὐτοῦ
χειμέριος, καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ

510 τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται.
Μεσσόθι δ' ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,
γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς,
ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρηισιν,
φθίνοντος θέρεος, τοτὲ δ' εἴαρος ἱσταμένοιο.

515 Σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,
Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,
Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάς.
Ἐν δέ τέ οἱ ζήνη εὐφεγγέος Ὠρίωνος
καμπή τ' αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς

520 Κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δ' ἀστέρες οὐ μάλα πολλοὶ
Χηλάων, ἐν τῶι δ' Ὀφιούχεα γοῦνα φορεῖται.
Οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς
Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατ' αὐτὸν
Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.

525 Τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων,
μεσσόθι πάντας ἔχων, ὁ δὲ τέτρατος ἐσφήκωται
λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥ' ἑκάτερθεν ἔχουσιν
ἀντιπέρην τροπικοί, μέσσος δὲ ἑ μεσσόθι τέμνει.
Οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ

530 ἄλληι κολλήσαιτο κυλινδόμενα τροχάλεια
τοῖά τε καὶ τόσα πάντα περὶ σφαιρηδὸν ἑλίσσων·
ὣς τά γ' ἐναιθέρια πλαγίωι συναρηρότα κύκλωι
ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.
Καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει

535 πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου
ἑξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε·
αὐτὰρ ὅ γ' ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ
ὅσσον ἀπ' Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα
Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. ὅσσον ἁπάντη

540 ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἄλλοθι δύνων·
ὅσσον δ' ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή,
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη
ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.
Ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσι.

545 Τῶι ἔνι Καρκίνος ἐστί, Λέων δ' ἐπὶ τῶι, καὶ ὑπ' αὐτὸν
Παρθένος, αἱ δ' ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτὸς
Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δ' Αἰγοκερῆϊ
Ὑδροχόος, δύο δ' αὐτῶι ἐπ' Ἰχθύες ἀστερόεντες,
τοὺς δὲ μέτα Κριός, Ταῦρος δ' ἐπὶ τῶι Δίδυμοί τε.

550 Ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν
πάντ' ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι
κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.
Τοῦ δ' ὅσσον κοίλοιο κατ' ὠκεανοῖο δύηται,
τόσσον ὑπὲρ γαίης φέρεται, πάσηι δ' ἐπὶ νυκτὶ

555 ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο,
τόσσαι δ' ἀντέλλουσι· τόσον δ' ἐπὶ μῆκος ἑκάστη
νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου
ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.
Οὔ κεν ἀπόβλητον δεδοκημένωι ἤματος εἴη

560 μοιράων σκέπτεσθαι ὅτ' ἀντέλληισιν ἑκάστη·
αἰεὶ γὰρ τάων γε μιῆι συνανέρχεται αὐτὸς
ἠέλιος. Τας δ' ἄν κε περισκέψαιο μάλιστα
εἰς αὐτὰς ὁρόων, ἀτὰρ εἰ νεφέεσσι μέλαιναι
γίνοιντ' ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,

565 σήματ' ἐπερχομένηισιν ἀρηρότα ποιήσασθαι.
Αὐτὸς δ' ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη
ὠκεανὸς τά τε πολλὰ περιστέφεται ἑοῖ αὐτῶι
νειόθεν ὁππῆμος κείνων φορέηισιν ἑκάστην.
Οὔ οἱ ἀφαυρότατοι, ὅτε Καρκίνος ἀντέλληισιν,

570 ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,
τοὶ μὲν δύνοντες, τοὶ δ' ἐξ ἑτέρης ἀνιόντες.
Δύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθῦς·
ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δ' ἤδη
ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.

575 Αὐτὰρ ὅ γ' ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω
γαστέρι νειαίρηι, τὰ δ' ὑπέρτερα νυκτὶ φορεῖται.
Τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον
Καρκίνος ἐκ γονάτων, κατάγει δ' Ὄφιν αὐχένος ἐγγύς.
Οὐδ' ἂν ἔτ' Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,

580 μείων ἠμάτιος, τὸ δ' ἐπὶ πλέον ἔννυχος ἤδη.
Τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
ὠκεανος δέχεται· ὁ δ' ἐπὴν φάεος κορέσηται,
βουλυτῶι ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,
ἦμος ὅτ' ἠελίοιο κατερχομένοιο δύηται.

585 Κεῖναι οἱ καὶ νύκτες ἐπ' ὀψὲ δύοντι λέγονται.
Ὣς οἱ μὲν δύνουσιν, ὁ δ' ἀντίος οὐδὲν ἀεικής,
ἀλλ' εὖ μὲν ζώνηι, εὖ δ' ἀμφοτέροισι φαεινὸς
ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,
πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.

590 Ἐρχομένωι δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται
Καρκίνωι ὅσσ' ἐδύοντο, καὶ Αἰετός. Αὐτὰρ ὅ γε γνὺξ
ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γονὺ καὶ πόδα λαιὸν
οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.
Ἀντέλλει δ' Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς

595 καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο.
Οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
Παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη
καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀιστός.
Σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέσφα παρ' αὐτὴν

600 οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται.
Δύνει δ' Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.
ἀντέλλει δ' Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ' αὐτὸν
Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,
ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς,

605 ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ' αὐτόν,
Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
Οὐδ' ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι,
ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης
ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.

610 Ἀργὼ δ' εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη.
Ἀλλ' Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῶι ἤλιθα πολλή,
οὐρῆς ἂν δεύοιτο. Μόνην δ' ἐπὶ Χηλαὶ ἄγουσι
[δεινὸν ἐφεστηῶτ' Ὀφιούχεα· τοῦ μὲν ἔπειτα]
δεξιτερὴν κνήμην, αὐτῆς ἐπιγουνίδος ἄχρις,

615 αἰεὶ γνύξ, αἰεὶ δὲ Λύρη παραπεπτηῶτος,
ὅντινα τοῦτον ἄιστον ὑπουρανίων εἰδώλων
ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα
πολλάκις αὐτονυχεὶ θηεύμεθα. Τοῦ μὲν ἄρ' οἴη
κνήμη σὺν Χηλῆισι φαείνεται ἀμφοτέρηισιν,

620 αὐτὸς δ' ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλληι
Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·
οἳ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,
χεῖρα δέ οἱ σκαιὴν κεφαλῆι ἅμα Τόξον ἀγινεῖ·
ἀλλ' ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται.

625 Ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν
Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.
Τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,
καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή.
Δύνει δ' Ἀνδρομέδης κεφαλή, τὸ δέ οἱ μέγα δεῖμα

630 Κήτεος ἠερόεις ἐπάγει νότος, ἀντία δ' αὐτὸς
Κηφεὺς ἐκ βορέω μεγάληι ἀνὰ χειρὶ κελεύει.
Καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρ' αὐτὴν
δύνει, ἀτὰρ Κηφεὺς κεφαλῆι καὶ χειρὶ καὶ ὤμωι.
Καμπαὶ δ' ἂν Ποταμοῖο καὶ αὐτίκ' ἐπερχομένοιο

635 Σκορπίου ἐμπίπτοιεν ἐυρρόου ὠκεανοῖο·
ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.
Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο
ἑλκῆσαι πέπλοιο, Χίωι ὅτε θηρία πάντα
καρτερὸς Ὠρίων στιβαρῆι ἐπέκοπτε κορύνηι

640 θήρης ἀρνύμενος κείνωι χάριν Οἰνοπίωνι.
Ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,
νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,
σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα
πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.

645 Τοὔνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο
Σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.
Οὐδὲ μὲν Ἀνδρομέδης καὶ Κήτεος ὅσσ' ἐλέλειπτο
κείνου ἔτ' ἀντέλλοντος ἀπευθέες, ἀλλ' ἄρα καὶ τοὶ
πανσυδίηι φεύγουσιν, ὁ δὲ ζώνηι τότε Κηφεὺς

650 γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα
βάπτων ὠκεανοῖο, τὰ δ' οὐ θέμις, ἀλλὰ τά γ' αὐταὶ
Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
Ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο
δειλὴ Κασσιέπεια· τὰ δ' οὐκέτι οἱ κατὰ κόσμον

655 φαίνεται ἐκ δίφροιο πόδες καὶ γούναθ' ὕπερθεν,
ἀλλ' ἥ γ' ἐς κεφαλὴν ἴση δύετ' ἀρνευτῆρι
μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρ' ἔμελλεν ἐκείνη
Δωρίδι καὶ Πανόπηι μεγάλων ἄτερ ἰσώσασθαι.
Ἡ μὲν ἄρ' εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα

660 οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα
Ὕδρης τ' ἐσχατιήν· φορέει τ' ἐπὶ Κενταύροιο
σῶμά τε καὶ κεφαλήν, καὶ Θηρίον ὅ ῥ' ἐνὶ χειρὶ
δεξιτερῆι Κένταυρος ἔχει. Τοὶ δ' αὖθι μένουσι
Τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα φηρός.

665 Τόξωι καὶ σπείρη Ὄφιος καὶ σῶμ' Ὀφιούχου
ἀντέλλει ἐπιόντι, καρήατα δ' αὐτὸς ἀγινεῖ
Σκορπίος ἀντέλλων, ἀνάγει δ' αὐτὰς Ὀφιούχου
χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.
Τοῦ γε μὲν Ἐνγόνασιν (περὶ γὰρ τετραμμένος αἰεὶ

670 ἀντέλλει) τότε μὲν περάτης ἐξέρχεται ἄλλα,
γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος
δεξιτερῆι σὺν χειρί, κάρη δ' ἑτέρης μέτα χειρὸς
Τόξωι ἀνέρχονται καὶ Τοξότη ἀντέλλοντι.
Σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις

675 Κηφεὺς ἠώιου παρελαύνεται ὠκεανοῖο,
ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ
δύνουσιν καὶ πάντα κατέρχεται Ὠρίωνος,
πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.
Ἀλλ' οὐχ Ἡνιόχωι Ἔριφοι οὐδ' Ὠλενίη Αἲξ

680 εὐθὺς ἀπέρχονται, τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα
λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων
κινῆσαι χειμῶνας, ὅτ' ἠελίωι συνίωσιν.
Ἀλλὰ τὰ μέν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,
Αἰγόκερως ἀνιὼν κατάγει, τὰ δὲ νείατα πάντα

685 αὐτῶι Τοξευτῆρι κατέρχεται. Οὐδ' ἔτι Περσεύς,
οὐδ' ἔτι ἄκρα κόρυμβα μένει πολυτειρέος Ἀργοῦς,
ἀλλ' ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε
δεξιτεροῦ δύεται, πρύμνης δ' ὅσον ἐς περιαγήν.
Αὐτὴ δ' Αἰγοκερῆι κατέρχεται ἀντέλλοντι,

690 ἦμος καὶ Προκύων δύεται, τὰ δ' ἀνέρχεται ἄλλα,
Ὄρνις τ' Αἰητός τε, τά τε πτερόεντος Ὀιστοῦ
τείρεα, καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.
Ἵππος δ' Ὑδροχόοιο μέσον περιτελλομένοιο
ποσσί τε καὶ κεφαλῆι ἀνελίσσεται· ἀντία δ' Ἵππου

695 ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη νύξ.
Ἀλλ' οὔ οἱ δύναται κεφαλὴν οὐδ' εὐρέας ὤμους
αὐτῶι σὺν θώρηκι χαδεῖν, ἀλλ' αἴθοπος Ὕδρης
αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα,
ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει. Ἀλλ' ἄρα καὶ τὴν

700 αὐτῶι Κενταύρωι, ὁπότ' Ἰχθύες ἀντέλλωσιν,
ἀθρόον ἐμφέρεται. Ὁ δ' ἐπ' Ἰχθύσιν ἔρχεται Ἰχθῦς
αὐτῶι κυανέωι ὑποκείμενος Αἰγοκερῆϊ,
οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδ' ἀμμένει ἄλλην.
Οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι

705 Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω
τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται
Ἰχθύες ἀμφότεροι· τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς
αὐτοὶ ἐφέλκονται, τὰ δ' ἀριστερὰ νειόθεν ἕλκει
Κριὸς ἀνερχόμενος. Τοῦ καὶ περιτελλομένοιο

710 ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλληι
Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους·
αὐτὴ δὲ ζώνη καὶ κ' ἀμφήριστα πέλοιτο
ἢ Κριῶι λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρωι·
σὺν τῶι πανσυδίηι ἀνελίσσεται. Οὐδ' ὅ γε Ταύρου

715 λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς
Ἡνίοχος φέρεται· μοίρηι γε μὲν οὐκ ἐπὶ ταύτηι
ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.
Ἀλλ' Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῆι
Ταύρωι συμφορέονται, ὅτε λοφιή τε καὶ οὐρὴ

720 Κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν.
Δύνει δ' Ἀρκτοφύλαξ ἤδη πρώτη τότε μοίρηι
τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν
λαιῆς, ἡ δ' αὐτῆι μεγάληι ὕπο τέλλεται Ἄρκτου.
Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,

725 μέσφ' αὐτῶν γονάτων Διδύμοις ἔπι σῆμα τετύχθω
ἐξ ἑτέρης ἀνιοῦσι. Τότ' οὐκέτι Κήτεος οὐδὲν
ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.
Ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν
καμπὴν ἐν καθαρῶι πελάγει σκέψαιτό κε ναύτης,

730 αὐτὸν ἐπ' Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα
ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.
Πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.
Οὐχ ὁράαις; Ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη
ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει

735 μηνός, ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγὴ
ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·
ὀκτὼ δ' ἐν διχάσει, διχόμηνα δὲ παντὶ προσώπωι,
αἰεὶ δ' ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα
εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.

740 Ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι
ἄρκιαι ἐξειπεῖν, τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,
ὥρη μέν τ' ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,
ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.
Καὶ μέν τις καὶ νηὶ πολυκλύστου χειμῶνος

745 ἐφράσατ' ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο
ἠέ τεων ἄλλων οἵ τ' ὠκεανοῦ ἀρύονται
ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.
Ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν
ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δ' ἄλλωι

750 ἐμπλήσσει, τοτὲ μέν τ' ἀνιών, τοτὲ δ' αὐτίκα δύνων,
ἄλλος δ' ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.
Γινώσκεις τάδε καὶ σύ· τὰ γὰρ συναείδεται ἤδη
ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,
ὅσσα τ' ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα

755 νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,
οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ
ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσι.
Τῶι κείνων πεπόνησο, μέλοι δέ τοι, εἴ ποτε νηὶ
πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται

760 σήματα χειμερίοις ἀνέμοις ἤ λαίλαπι πόντου.
Μόχθος μέν τ' ὀλίγος, τὸ δὲ μυρίον αὐτίκ' ὄνειαρ
γίνετ' ἐπιφροσύνης αἰεὶ πεφυλαγμένωι ἀνδρί.
Αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλωι
παρειπὼν ὤνησεν, ὅτ' ἐγγύθεν ὤρορε χειμών.

765 Πολλάκι γὰρ καί τίς τε γαληναίηι ὑπὸ νυκτὶ
νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης,
ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον,
ἄλλοτε δ' ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω
ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλ' ἔτι πολλὰ

770 κέκρυπται, τῶν αἴ κ' ἐθέληι καὶ ἐς αὐτίκα δώσει
Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει
πάντοθεν εἰδόμενος, πάντη δ' ὅ γε σήματα φαίνων.
Ἄλλα δέ τοι ἐρέει ἤ που διχόωσα σελήνη
πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα,

775 ἄλλα δ' ἀνερχόμενος, τοτὲ δ' ἄκρηι νυκτὶ κελεύει
ἠέλιος· τὰ δέ που καὶ ἀπ' ἄλλων ἔσσεται ἄλλα
σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.
Σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην.
Ἄλλοτε γάρ τ' ἄλληι μιν ἐπιγράφει ἕσπερος αἴγληι,

780 ἄλλοτε δ' ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην
εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτηι, αἱ δὲ τετάρτηι·
τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.
Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα
εὔδιός κ' εἴη· λεπτὴ δὲ καὶ εὖ μάλ' ἐρευθὴς

785 πνευματίη· παχίων δὲ καὶ ἀμβλείηισι κεραίαις
τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα
ἠὲ νότῶι ἀμβλύνετ' ἤ ὕδατος ἐγγὺς ἐόντος.
Εἰ δέ κ' ἀπ' ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσα
μήτ' ἐπινευστ"άζηι μήθ ὑπτιόωσα φαείνηι,

790 ἀλλ' ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,
ἑσπέριοί κ' ἄνεμοι κείνην μέτα νύκτα φέροιντο.
Εἰ δ' αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,
ἦ τ' ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.
Εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύηι,

795 δειδέχθαι βορέω, ὅτε δ' ὑπτιάηισι, νότοιο.
Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσηι
πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·
μείζονι δ' ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.
Σκέπτεο δ' ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,

800 ἠμὲν ἀεξομένην ἠδ' ἐς κέρας αὖθις ἰοῦσαν.
Καί οἱ ἐπὶ χροιῆι τεκμαίρεο μηνὸς ἑκάστου·
πάντη γὰρ καθαρῆι κε μάλ' εὔδια τεκμήραιο,
πάντα δ' ἐρευθομένῆι δοκέειν ἀνέμοιο κελεύθους,
ἄλλοθι δ' ἄλλο μελαινομένηι δοκέειν ὑετοῖο.

805 Σήματα δ' οὐ μάλα πᾶσιν ἐπ' ἤμασι πάντα τέτυκται,
ἀλλ' ὅσα μὲν τριτάτηι τε τεταρταίηι τε πέλονται
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ' αὐτὴν
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
ἐς διχάδα φθιμένην, ἔχεται δέ οἱ αὐτίκα τετρὰς

810 μηνὸς ἀποιχομένου, τῆι δὲ τριτάτη ἐπιόντος.
Εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί' οἴη,
τῆι μὲν ἰῆι ἀνέμοιο γαληναίης τε δοκεύειν,
ῥηγνυμένηι ἀνέμοιο, μαραινομένηι δὲ γαλήνης,

815 ταὶ δύο δ' ἂν χειμῶνι περιτροχάοιντο σελήνην,
μείζονα δ' ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
Καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.
Ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος·

820 ἠελίωι καὶ μᾶλλον ἐοικότα σήματα κεῖται
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.

Μή οἱ ποικίλλοιτο, νέον βάλλοντος ἀρούρας,
κύκλος, ὅτ' εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.

825 Εἰ δ' αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,
δύνοι δ' ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
καί κεν ἐπερχομένης ἠοῦς ἔθ' ὑπεύδιος εἴη,
ἀλλ' οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλληι,
οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα

830 σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνηι,
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.
Σκέπτεο δ', εἴ κέ τοι αὐγαὶ ὑπείκωσ' ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον, τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται,
εἴ τί που ἤ οἱ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ

835 ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,
ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δ' ἐρεύθεα πάντ' ἀνέμοιο.
Εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρωσμένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.

840 Εἰ δέ οἱ ἢ ἀνιόντος ἤ αὐτίκα δυομένοιο
ἀκτῖνες συνίωσι καὶ ἀμφ' ἑνὶ πεπλήθωσιν,
ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γ' ἐς ἠῶ
ἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.

845 Μηδ' ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλληισι,
τὴν δὲ μέτ' ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῆι,
ἀμνηστεῖν ὑετοῖο. Πολὺς δ' ὅτε οἱ περὶ κύκλος
οἷον τηκομένωι ἐναλίγκιος εὐρύνηται
πρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴηισιν,

850 εὔδιός κε φέροιτο, καὶ εἴ ποτε χείματος ὥρηι
ὠχρήσηι κατιών. Ἀτὰρ ὕδατος ἡμερίοιο
γινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι·
καὶ δὴ δυομένου τετραμμένος ἠελίοιο,
ἢν μὲν ὑποσκιάηισι μελαινομένηι εἰκυῖα

855 ἠέλιον νεφέλη, ταὶ δ' ἀμφί μιν ἔνθα καὶ ἔνθα
ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται,
ἦ τ' ἂν ἔτ' εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.
Εἰ δ' ὁ μὲν ἀνέφελος βάπτηι ῥόου ἑσπερίοιο,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτ' οἰχομένοιο

860 πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴ
αὔριον οὐδ' ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο,
ἀλλ' ὁπότ' ἠελίοιο μαραινομένηισιν ὁμοῖαι
ἐξαπίνης ἀκτῖνες ἀπ' οὐρανόθεν τανύωνται,
οἷον ἀμαλδύνονται ὅτε σκιάηισι κατ' ἰθὺ

865 ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.
Οὐδ' ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
φαίνωνται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
ἄρραντοι γίνονται ἐπ' ἤματι κείνωι ἄρουραι.
Μηδ' αὕτως, ἔτ' ἐόντι πέρην ὁπότε προταθεῖσαι

870 ἀκτῖνες φαίνωνται ἐπίσκιοι ἠῶθι πρό,
ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.
Ἀλλ' εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
ἀκτῖνες, μᾶλλόν κεν ἐφ' ὕδατι σημαίνοιεν·
εἰ δ' ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,

875 οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,
ἦ τ' ἂν ἐπερχομένοιο περιδνοφέοιντ' ἀνέμοιο.
ουδε μὲν ηελιου σχεδοθεν μελανευσαι αλωαι
Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
μᾶλλον χειμέριαι, δύο δ' ἂν χαλεπώτεραι εἶεν.

880 Σκέπτεο δ' ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτρθεν,
μηδ' αὕτως σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.
Οὐ γάρ, ὅτ' ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν

885 ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,
γίνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος.
Εἴ γε μὲν ἐκ βορέαο μί' οἴη φοινίσσοιτο,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο·
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσ' ὑετοῖο.

890 Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
Σκέπτεο καὶ Φάτνην. Ἡ μέν τ' ὀλίγηι εἰκυῖα
ἀχλύι βορραίη ὑπὸ Καρκίνωι ἡγηλάζει,
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται

895 ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,
ἀλλ' ὅσσον τε μάλιστα πυγούσιον ὠίσασθαι,
εἷς μὲν πὰρ βορέαο, νότωι δ' ἐπικέκλιται ἄλλος.
Καὶ τοὶ μὲν καλέονται Ὄνοι, μέσση δέ τε Φάτνη,
Ἥ τε κεἰ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος

900 γίνετ' ἄφαντος ὅλη, τοὶ δ' ἀμφοτέρωθεν ἰόντες
ἀστέρες ἀλλήλων ἀυτοσχεδὸν ἰνδάλλονται,
οὐκ ὀλίγωι χειμῶνι τότε κλύζονται ἄρουραι.
Εἰ δὲ μελαίνηται, τοὶ δ' αὐτίκ' ἐοικότες ὦσιν
ἀστέρες ἀμφότεροι, ἐπί χ' ὕδατι σημαίνοιεν.

905 Εἰ δ' ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι
λεπτὸν ἐπαχλύων, νότιος δ' Ὄνος ἀγλαὸς εἴη,
δειδέχθαι ἀνέμοιο νότου, βορέω δὲ μάλα χρὴ
ἔμπαλιν ἀχλυόεντι φαεινομένωι τε δοκεύειν.
Σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα

910 γινέσθω καὶ μακρὸν ἔπ' αἰγιαλοὶ βοόωντες,
ἀκταί τ' εἰνάλιαι ὁπότ' εὔδιοι ἠχήεσσαι
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
Καὶ δ' ἂν ἐπὶ ξηρὴν ὅτ' ἐρωδιὸς οὐ κατὰ κόσμον
ἐξ ἁλὸς ἔρχηται φωνῆι περιπολλὰ λεληκώς,

915 κινυμένου κε θάλασσαν ὕπερ φορέοιτ' ἀνέμοιο.
Καί ποτε καὶ κέπφοι, ὁπότ' εὔδιοι ποτέωνται,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
Πολλάκι δ' ἀγριάδες νῆσσαι ἢ εἰναλιδῖναι
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν,

920 ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῆισιν.
Ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
σῆμ' ἐγένοντ' ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλο'ὶ
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω.
Καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,

925 ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.
Καὶ διὰ νύκτα μέλαιναν ὅτ' ἀστέρες ἀίσσωσι
ταρφέα, τοὶ δ' ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,
δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀίσσωσιν,

930 ἄλλοι δ' ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο
παντοίων ἀνέμων, οἵ τ' ἄκριτοί εἰσι μάλιστα,
ἄκριτα δὲ πνείουσιν ἐπ' ἀνδράσι τεκμήρασθαι.
Αὐτὰρ ὅτ' ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτηισιν,
ἄλλοτε δ' ἐκ ζεφύροιο καὶ ἄλλοτε πὰρ βορέαο,

935 δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνὴρ
μή μιν τῆι μὲν ἔχηι πέλαγος, τῆι δ' ἐκ Διὸς ὕδωρ.
Ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.
Πολλάκι δ' ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,

940 ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστ`ήρ.
Πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,
ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀίσσονται

945 γαστέρι τύπτουσαι αὔτως εἰλυμένον ὕδωρ,
ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,
ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
ἤ που καὶ λακέρυζα παρ' ἠϊόνι προυχούσηι

950 χείματος ἐρχομένου χέρσωι ὑπέτυψε κορώνη,
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρ' ἄκρους
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα χολυμβᾶι,
ἢ πολλὴ στρέφεται παρ' ὕδωρ παχέα κρώζουσα.
Καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο

955 οὐρανὸν εἰσανιδόντες ἀπ' αἰθέρος ὀσφρήσαντο,
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο, καὶ ἀθρόοι ὦφθεν ἴουλοι
τείχε' ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
κεῖνοι τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.

960 καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῆι,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.#
Δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμ' ἐγένοντο

965 φαινόμενοι ἀγεληδὰ καὶ ἰρήκεσσιν ὁμοῖα
φθεγξάμενοι· καί που κόρακες δίους σταλαγμοὺς
φωνῆι ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο,
ἤ ποτε καὶ κρώξαντε βαρείηι δισσάκι φωνῆι
μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά,

970 καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ
ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,
ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.
Τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένωι ὕδωρ
γινέσθω, μηδ' εἴ κεν ἐπιπλέον ἠὲ πάροιθεν

975 δάκνωσιν μυῖαι καὶ ἐφ' αἵματος ἱμείρωνται,
ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ νοτίην, μηδ' ἢν ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρηι,
ἄλλοτε δ' ἀίσσωσιν ἄπο φλόγες ἠύτε κοῦφαι

980 πομφόλυγες, μηδ' εἴ κεν ἐπ' αὐτόφι μαρμαίρωσιν
ἀκτῖνες, μηδ' ἢν θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.
Μηδὲ σύ γ' ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω
σπινθῆρες ὅτ' ἔωσι πέρι πλέονες, λελαθέσθαι,

985 μηδὲ κατὰ σποδιὴν ὁπότ' ἄνθρακος αἰθομένοιο
λάμπηται πέρι σήματ' ἐοικότα κεγχρείοισιν.
Ἀλλ' ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
Εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι

990 φαίνωνται καθαραί, μάλα κεν τόθ' ὑπεύδιος εἴης.
Εὔδιος κ' εἴης καὶ ὅτε πλατέος παρὰ πόντου
φαίνηται χθαμαλὴ νεφέλη, μηδ' ὑψόθι κύρηι,
ἀλλ' αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
Σκέπτεο δ' εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,

995 ἐς δὲ γαληναίην χειμωνόθεν. Εὖ δὲ μάλα χρὴ
ἐς Φάτνην ὁράαν, τὴν Καρκίνος ἀμφιελίσσει,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὀμίχλης·
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
Καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ

1000 ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος
γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα
ὥρηι ἐν ἑσπερίηι κρώζηι πολύφωνα κορώνη,
καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖον βοόωντες
δισσάκις, αὐτὰρ ἔπειτα μέγ' ἀθρόα κεκλήγοντες,

1005 πλειότεροι δ' ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις ὠίσαιτο,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτ' ἐπ' αὐτοῦ
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.

1010 Καὶ δ' ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.
Ἦμος δ' ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,

1015 οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχηι οὐδὲ σελήνη,
ἀλλὰ τά γ' ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
ἀλλ' ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν
αὐτῆι ἐνὶ χώρηι νεφέλαι, ταὶ δ' ἄλλαι ἐπ' αὐταῖς,

1020 ταὶ μὲν ἀμειβόμεναι, ταὶ δ' ἐξόπιθεν, φορέωνται.
Καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρώμοιο
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
καὶ σπίνος ἠῶια σπίζων, καὶ ὄρνεα πάντα

1025 ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα χολοιῶν
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
Οὐδ' ἂν ἔτι ξουθαὶ μεγάλου χειμῶνος ἰόντος
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,

1030 ἀλλ' αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται.
Οὐδ' ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
Μηδ, ὅτε νηνεμίηι κεν ἀράχνια λεπτὰ φέρηται,
καὶ φλόγες αἰθύσσωσι μελαινόμεναι λύχνοιο,

1035 ἢ πῦρ αὔηται σπουδῆι καὶ ὑπεύδια λύχνα,
πιστεύειν χειμῶνι. Τί τοι λέγω ὅσσα πέλονται
σήματ' ἐπ' ἀνθρώπους; Δὴ γὰρ καὶ ἀεικέι τέφρηι
αὐτοῦ πηγνυμένηι νιφετοῦ ἐπιτεκμήραιο,
καὶ λυχνωι χιόνος, κέγχροις ὅτ' ἐοικότα πάντη

1040 κύκλωι σήματ' ἔχει πυριλαμπέος ἐγγύθι μύξης·
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
αὐτὸς ἐείδηται, μέσσωι δέ οἱ ἠύτε λεπτὴ
φαίνηται νεφέλη πυρὸς ἔνδοθεν αἰθομένοιο.
Πρῖνοι δ' αὖ καρποῖο καταχθέες, οὐδὲ μέλαιναι

1045 σχῖνοι ἀπείρητοι, πάντη δέ τε πολλὸς ἀλωεὺς
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρηι.
Πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.
Μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,

1050 τηλοτέρω δ' αὐχμοῖο συνασταχύοιεν ἄρουραι.
Τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
γίνονται καρποῖο, φέρει δέ τε σήμαθ' ἑκάστη
ἑξείης ἀρότωι. Καὶ γάρ τ' ἀροτήσιον ὥρην
τριπλόα μείρονται, μέσσην καὶ ἐπ' ἀμφότερ' ἄκρας·

1055 πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνωι κ' ἐξ ἄλλων ἄροσις πολυλήιος εἴη,
τῶι δέ γ' ἀφαυροτάτωι ὀλίγη, μέσσωι δέ τε μέσση.

1060 Αὕτως δ' ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ,
σήματ' ἐπιφράσσασθαι ὁμοιίου ἀμήτοιο.
ὅσσα δ' ἐπὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῶι,
τοσσάδε καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῶι.
Αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ

1065 πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν
Πληιάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
Θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
ὁππότ' ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γ' ἄρσενα πάντα

1070 δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,
αὔτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
Ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
εὔδιον φαίνουσι βιβαζόμεναι ἐνιαυτόν.

1075 Χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς
ὥριον ἐρχομέναις, ὁ δ' ἀώριος αὐτίκα μᾶλλον·
αὔτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισι,
πρώια μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένηισιν
πρώιοι· αὐτὰρ ὅτ' ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι

1080 πλειότερον φορέονται ἐπὶ χρόνον, οὐδ' ἅμα πολλαί,
ἀμβολίηι χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.
Εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
γαῖαν ὀρύσσωσιν, κεφαλὰς δ' ἀνέμοιο βορῆος
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ

1085 Πληιάδες χειμῶνα κατερχόμεναι φορέοιεν.
Μὴ δὲ λίην ὀρύχοιεν, ἐπεὶ μέγας οὐ κατὰ κόσμον
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτ' ἀρότοισιν.
Ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐπ' ἀρούραις
μήπω κεκριμένηι μηδὲ βλωθρῆι ἐπὶ ποίηι,

1090 ὄφρα τις εὐεστοῖ χαίρηι ποτιδέγμενος ἀνήρ.
Οἱ δ' εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί,
μηδ' εἷς μηδὲ δύω μηδὲ πλέονες κομόωντες·
πολλοὶ γὰρ κομόωσιν ἐπ' αὐχμηρῶι ἐνιαυτῶι.
Οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,

1095 ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις
ἐρχομένου θέρεος, χαίρει, περιδείδιε δ' αἰνῶς
ἀμητῶι, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθηι
αὐχμῶι ἀνιηθείς. Χαίρει δέ που αἰπόλος ἀνὴρ
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,

1100 ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ.
Οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι
ζώομὲν ἄνθρωποι, τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι
σήματ' ἐπιγνῶναι καὶ ἐς αὐτίκα ποιήσασθαι.
Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,

1105 ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν,
ἄλλοι δ' ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ
εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·
ἢ ὁπότ' ἄλλοθεν ἄλλοι ἀναπλίσσωσι πόδεσσι
τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·

1110 ἢ καὶ ὅτ' ἐξ ἀγέλης ἀεκούσια κινήσωσιν
δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης
δάκνωσιν πυκινῆισι κελευόμενα λιθάκεσσιν.
Ἐκ δὲ βοῶν ἐπύθοντ' ἀρόται καὶ βουκόλοι ἄνδρες
κινυμένου χειμῶνος, ἐπεὶ βόες ὁππότε χηλὰς

1115 γλῶσσηι ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται
ἢ κοίτωι πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,
ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετ' ἀροτρεύς.
Οὐδ' ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται
ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην

1120 σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο,
αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.
Οὐδ' αἶγες πρίνοιο περὶ σπεύδουσαι ἀκάνθαις
εὔδιοι, οὐδὲ σύες φορυτῶι ἐπὶ μαργαίνουσαι.
Καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,

1125 ἢ ὅτ' ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν
ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,
ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,
τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.
Οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο

1130 ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο
αὐτὴν ἤ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτ' ἐς ἠῶ.
Ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον
εὔδιοι ἐσκίρτησαν ἐοικότα ὀρχηθμοῖσιν,
ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις,

1135 οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν
ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,
καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.
Καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ὤιχετο χέρσον
χειμῶνος μέλλοντος, ἐπαίσσεσθαι ὁδοῖο.

1140 καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες
κοίτης ἱμείρονται ὅτ' ὄμβρου σήματα φαίνοι.
Τῶν μηδὲν κατόνοσσο. Καλὸν δ' ἐπὶ σήματι σῆμα
σκέπτεσθαι· μᾶλλον δὲ δύειν εἰς ταὐτὸν ἰόντων
ἐλπωρὴ τελέθοι, τριτάτωι δέ κε θαρσήσειας.

1145 Αἰεὶ δ' ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ
σήματα συμβάλλων εἴ που καὶ ἐπ' ἀστέρι τοίη
ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,
ὁπποίην καὶ σῆμα λέγοι. Μάλα δ' ἄρκιον εἴη
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς

1150 τετράδας ἀμφοτέρας· αἱ γάρ τ' ἄμυδις συνιόντων
μηνῶν πείρατ' ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
ὀκτὼ νυξὶ πέλει χήτει χαροποῖο σελήνης.
Τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
οὐδέποτε σχεδίως κεν ἐπ' αἰθέρι τεκμήραιο.

[Τέλος τῶν φαινομένων καὶ διοσημειῶν Ἀράτου τοῦ ποιητοῦ.]